[1] Θουκυδίδης Ἀθηναῖος ξυνέγραψε τὸν πόλεμον τῶν ∏ελοποννησίων καὶ Ἀθηναίων, ὡς ἐπολέμησαν πρὸς ἀλλήλους, ἀρξάμενος εὐθὺς καθισταμένου καὶ ἐλπίσας μέγαν τε ἔσεσθαι καὶ ἀξιολογώτατον τῶν προγεγενημένων, τεκμαιρόμενος ὅτι ἀκμάζοντές τε ᾖσαν ἐς αὐτὸν ἀμφότεροι παρασκευῇ τῇ πάσῃ καὶ τὸ ἄλλο Ἑλληνικὸν ὁρῶν ξυνιστάμενον πρὸς ἑκατέρους, τὸ μὲν εὐθύς, τὸ δὲ καὶ διανοούμενον. κίνησις γὰρ αὕτη μεγίστη δὴ τοῖς Ἕλλησιν ἐγένετο καὶ μέρει τινὶ τῶν βαρβάρων, ὡς δὲ εἰπεῖν καὶ ἐπὶ πλεῖστον ἀνθρώπων. τὰ γὰρ πρὸ αὐτῶν καὶ τὰ ἔτι παλαίτερα σαφῶς μὲν εὑρεῖν διὰ χρόνου πλῆθος ἀδύνατα ἦν, ἐκ δὲ τεκμηρίων ὧν ἐπὶ μακρότατον σκοποῦντί μοι πιστεῦσαι ξυμβαίνει οὐ μεγάλα νομίζω γενέσθαι οὔτε κατὰ τοὺς πολέμους οὔτε ἐς τὰ ἄλλα.
[1]雅典的修昔底德完整地记下这场伯罗奔尼撒人和雅典人互相开战的战争,战争刚一爆发,他便开始记录,并相信这将是一场比之前任何一场战争都要值得述说的大战,因为双方如火如荼的每一分准备都导向这场大战,而且他见到其他希腊人不是立即与其中一方结盟,就是在考虑与其中一方结盟。因为对于希腊人、部分野蛮人,在最大程度上对于部分人类来说,这都是最大的一场动乱。尽管对于在那以前、乃至更古老的事情,随着时间的流逝人们不能确知,从我考查过且信赖的证据来看,我认为曾经没有过什么大事,无论是战争还是其他事件。